τούτων τίς ἂν λέξειε γενναίους λόγους μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι; Ἰόλαος ὦ τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα, ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς πέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαι τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι. ἀλλʼ ᾗ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω· πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν, κᾆθʼ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ· σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου. Μακαρία οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ· χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον. ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι χρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼ δίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ. Ἰόλαος φεῦ· ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος· κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρεις τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον. οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον, θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς. Μακαρία σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματος τοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω. ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ θέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών· ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ, εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι. Ἰόλαος οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ. Μακαρία σὺ δʼ ἀλλὰ τοῦδε χρῇζε, μή μʼ ἐν ἀρσένων, ἀλλʼ ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον.