κάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων. τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτων ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους. ἀλλʼ, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι μάλιστ’ ἀδελφῶν, τῶνδε κἀμαυτῆς πέρι θέλω πυθέσθαι, μὴ ’πὶ τοῖς πάλαι κακοῖς προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα. Ἰόλαος ὦ παῖ, μάλιστα σʼ οὐ νεωστὶ δὴ τέκνων τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω. ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος πάλιν μεθέστηκʼ αὖθις ἐς τἀμήχανον· χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε, οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένον σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής, εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδʼ εἶναι πόλιν. ταῦτʼ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα σφάξειν ὅδʼ αὑτοῦ φησιν οὔτʼ ἄλλου τινός. κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως, εἰ μή τι τούτων ἐξαμηχανήσομεν, ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά, αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα. Μακαρία ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ; Ἰόλαος ἐν τῷδε, τἄλλα γʼ εὐτυχῶς πεπραγότες. Μακαρία μή νυν τρέσῃς ἔτʼ ἐχθρὸν Ἀργεῖον δόρυ· ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον, θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ. τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ κίνδυνον ἡμῶν οὕνεκʼ αἴρεσθαι μέγαν, αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους, παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν;