ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν, τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην. χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον. ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας· ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ, καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω. μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι· σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷ ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι· πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι. Χορός ὦ πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν· τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸν γένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν. Δημοφῶν γενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα. οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ· τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν. δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς, νεανίαι τε καὶ πατρὸς μεμνημένοι λύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών. ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέραν βουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανος χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως. Μακαρία ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς προσθῆτε· πρῶτον γὰρ τόδʼ ἐξαιτήσομαι· γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν