φρένας οὐ φοβήσεις. μήπω ταῖς μεγάλαισιν οὕ- τω καὶ καλλιχόροις Ἀθή- ναις εἴη· σὺ δʼ ἄφρων, ὅ τʼ Ἄρ- γει Σθενέλου τύραννος. Χορός ὃς πόλιν ἐλθὼν ἑτέραν οὐδὲν ἐλάσσονʼ Ἄργους, θεῶν ἱκτῆρας ἀλάτας καὶ ἐμᾶς χθονὸς ἀντομένους ξένος ὢν βιαίως ἕλκεις, οὐ βασιλεῦσιν εἴ- ξας, οὐκ ἄλλο δίκαιον εἰ- πών· ποῦ ταῦτα καλῶς ἂν εἴ- η παρά γʼ εὖ φρονοῦσιν; Χορός Εἰρήνα μὲν ἐμοί γʼ ἀρέ- σκει· σὺ δʼ, ὦ κακόφρων ἄναξ, λέγω, εἰ πόλιν ἥξεις, οὐχ οὕτως ἃ δοκεῖς κυρή- σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδʼ ἰτέα κατάχαλκός ἐστιν. ἀλλʼ οὐ, πολέμων ἐραστάς, μή μοι δορὶ συνταράξεις τὰν εὖ χαρίτων ἔχουσαν πόλιν, ἀλλʼ ἀνάσχου. Ἰόλαος ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων ἥκεις; νέον τι πολεμίων λέξεις πέρι; μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ; οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους· ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶν εἶσιν, σάφʼ οἶδα, καὶ μάλʼ οὐ σμικρὸν φρονῶν,