ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι γαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω, τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν. τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι. δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε· ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε. ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων· ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε, καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ μέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν πασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβειν οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν, πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλʼ ὅμως οὐκ ἐξέδωκαν οὐδʼ ἀπήλασαν χθονός. ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω, πολλῷ σʼ ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλας ὑψηλὸν ἀρῶ καὶ λέγων τάδʼ εὐφρανῶ ὡς εὖ τʼ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας τοῖς Ἡρακλείοις, εὐγενὴς δʼ ἀνʼ Ἑλλάδα σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,