οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν. Κῆρυξ πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι. Δημοφῶν κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς. Χορός μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν. Δημοφῶν εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται. Χορός ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ. Κῆρυξ στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη. ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξ αὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοις καραδοκῶν τἀνθένδε τέρμασιν μένει. λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς· μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθα πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι. Δημοφῶν φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ. ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ ἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλει ὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω. Χορός ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι στρατὸν Ἀργείων· μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων, ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν. πᾶσι γὰρ οὗτος κήρυξι νόμος, δὶς τόσα πυργοῦν τῶν γιγνομένων πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς, ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸν ψυχὴν ἦλθεν διακναῖσαι; Ἰόλαος οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,