τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιος θακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν· τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν· τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι· εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας. ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν, ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ. σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον, πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις, δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ. Κῆρυξ οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ; Δημοφῶν καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ; Κῆρυξ οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος; Δημοφῶν ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ. Κῆρυξ σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν. Δημοφῶν σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν. Κῆρυξ δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον. Δημοφῶν ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα. Κῆρυξ ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως. Δημοφῶν οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος; Κῆρυξ βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς. Δημοφῶν βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς. Κῆρυξ οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν. Δημοφῶν κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι. Κῆρυξ ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.