Αἴθρα, πατὴρ δʼ ἐκ τῆσδε γεννᾶται σέθεν Θησεύς. πάλιν δὲ τῶνδʼ ἄνειμί σοι γένος. Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς, κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίων πατὴρ ἂν εἴη σός τε χὡ τούτων γεγώς. γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν· ἃ δʼ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ τεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτε σύμπλους γενέσθαι τῶνδʼ ὑπασπίζων πατρὶ ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα· Ἅιδου τʼ ἐρυμνῶν ἐξανήγαγεν μυχῶν πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ. ὧν ἀντιδοῦναί σʼ οἵδʼ ἀπαιτοῦσιν χάριν, μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός. σοὶ γὰρ τόδʼ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν, ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς — βλέψον πρὸς αὐτοὺς βλέψον· — ἕλκεσθαι βίᾳ. ἀλλʼ ἄντομαί σε καὶ καταστέφω χεροῖν, καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών· γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ ταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν. Χορός ᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ. τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένην νῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸς ἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως. Δημοφῶν τρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί, Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους·