φίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς. Χορός τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον, πρὶν ἂν παρʼ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς; Ἰόλαος ἄναξ — ὑπάρχει μὲν τόδʼ ἐν τῇ σῇ χθονί — εἰπεῖν ἀκοῦσαί τʼ ἐν μέρει πάρεστί μοι, κοὐδείς μʼ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν. ἡμῖν δὲ καὶ τῷδʼ οὐδέν ἐστιν ἐν μέρει· ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθʼ ἡμῖν ἔτι, ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν, πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι ὧδʼ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός; ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον φεύγειν δικαιοῦθʼ ὅστις ἂν τἄργος φύγῃ; οὔκουν Ἀθήνας γʼ· οὐ γὰρ Ἀργείων φόβῳ τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς. οὐ γάρ τι Τραχίς ἐστιν οὐδʼ Ἀχαιικὸν πόλισμʼ, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ, τὸ δʼ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις, ἤλαυνες ἱκέτας βωμίους καθημένους. εἰ γὰρ τόδʼ ἔσται καὶ λόγους κρινοῦσι σούς, οὐκ οἶδʼ Ἀθήνας τάσδʼ ἐλευθέρας ἔτι. ἀλλʼ οἶδʼ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν· θνῄσκειν θελήσουσʼ· ἡ γὰρ αἰσχύνη πάρος τοῦ ζῆν παρʼ ἐσθλοῖς ἀνδράσιν νομίζεται. πόλιν μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ καὐτὸς βαρυνθεὶς οἶδʼ ἄγαν αἰνούμενος. σοὶ δʼ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός. Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως