δεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων ῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται· οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί που μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος τὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν. φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶς ἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς; τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν, Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέως ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει. ἢν δʼ ἐς λόγους τε καὶ τὰ τῶνδʼ οἰκτίσματα βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν δόξῃς ἀγῶνα τόνδʼ ἄτερ χαλυβδικοῦ. τί δῆτα φήσεις, ποῖα πεδίʼ ἀφαιρεθείς, τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν; ποίοις δʼ ἀμύνων συμμάχοις, τίνος δʼ ὕπερ θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα, τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος, παίδων τε τῶνδʼ, ἐς ἄντλον ἐμβήσῃ πόδα. ἐρεῖς τὸ λῷστον ἐλπίδʼ εὑρήσειν μόνον. καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές· κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις μάχοιντʼ ἂν ἡβήσαντες, εἴ τι τοῦτό σε ψυχὴν ἐπαίρει· χοὑν μέσῳ πολὺς χρόνος ἐν ᾧ διεργασθεῖτʼ ἄν. ἀλλʼ ἐμοὶ πιθοῦ· δοὺς μηδέν, ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ κτῆσαι Μυκήνας, μηδʼ ὅπερ φιλεῖτε δρᾶν πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν