τὰ τοῦ δράματος πρόσωπα Ἰόλαος Κῆρυξ Χορός Δημοφῶν Μακαρία Παρθένος Θεράπων Ἀλκμήνη Ἀγγελος Ἐυρυσθεύς Ἰόλαος Πάλαι ποτʼ ἐστὶ τοῦτʼ ἐμοὶ δεδογμένον· ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκʼ ἀνήρ, ὃ δʼ ἐς τὸ κέρδος λῆμʼ ἔχων ἀνειμένον πόλει τʼ ἄχρηστος καὶ συναλλάσσειν βαρύς, αὑτῷ δʼ ἄριστος· οἶδα δʼ οὐ λόγῳ μαθών. ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων, ἐξὸν κατʼ Ἄργος ἡσύχως ναίειν, πόνων πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει, ὅτʼ ἦν μεθʼ ἡμῶν· νῦν δʼ, ἐπεὶ κατʼ οὐρανὸν ναίει, τὰ κείνου τέκνʼ ἔχων ὑπὸ πτεροῖς σῴζω τάδʼ αὐτὸς δεόμενος σωτηρίας. ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ, πρῶτον μὲν ἡμᾶς ἤθελʼ Εὐρυσθεὺς κτανεῖν· ἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται, ψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοι ἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν. πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖς ὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι· πέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένους κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός, πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην ἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα. οἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες, σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους, τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς. ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς, ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν· Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,