οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη. δέξεται νύμφα χρυσέων ἀναδεσμῶν δέξεται δύστανος ἄταν· ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα κόσμον αὐτὰ χεροῖν. λαβοῦσα. Χορός πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλων χρυσέων τευκτὸν στέφανον περιθέσθαι· νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει. τοῖον εἰς ἕρκος πεσεῖται καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’ οὐχ ὑπεκφεύξεται. Χορός σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων, παισὶν οὐ κατειδὼς ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε σᾷ στυγερὸν θάνατον. δύστανε μοίρας ὅσον παροίχῃ. Χορός μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων μᾶτερ, ἃ φονεύσεις τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ σοι προλιπὼν ἀνόμως ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ. Παιδαγωγός δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς, καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις. ἔα. τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς; τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον; Μήδεια αἰαῖ. Παιδαγωγός τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.