τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι. ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής· ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους. αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας, στρέψασα λευκὴν ἔμπαλιν παρηίδα; κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον; Μήδεια οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι. Ἰάσων θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι. Μήδεια δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις· γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. Ἰάσων τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις; Μήδεια ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα, ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε. ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους, τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι. ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ— κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς, μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις— ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ, παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί, αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα. Ἰάσων οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή. Μήδεια σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα. Ἰάσων μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ. Μήδεια εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·