χειρὶ τέκνων σέθεν καρδίᾳ τε λήψῃ δεινὰν προσάγουσα τόλμαν; πῶς δ’ ὄμματα προσβαλοῦσα τέκνοις ἄδακρυν μοῖραν σχήσεις φόνου; οὐ δυνάσῃ, παίδων ἱκετᾶν πιτνόντων, τέγξαι χέρα φοινίαν τλάμονι θυμῷ. Ἰάσων ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι. Μήδεια Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα. ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ, ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα, γήμας τύραννον καὶ κασιγνήτους τέκνοις ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι θυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς; οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων; ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη. νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων, ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,