τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα. ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον· ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται· δόμον τε πάντα συγχέασ’ Ἰάσονος ἔξειμι γαίας, φιλτάτων παίδων φόνον φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον. οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι. ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν. ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην. οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις. μηδείς με φαύλην κἀσθενῆ νομιζέτω μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου, βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ· τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. Χορός ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον, σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε. Μήδεια οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς. Χορός ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι; Μήδεια οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις. Χορός σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.