ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα· ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω. Μήδεια ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς. Αἰγεύς μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές; Μήδεια πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ· λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·— οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ, τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός. Αἰγεύς πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν· ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι. ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα, σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι, τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς. Μήδεια ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸς τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος. Αἰγεύς τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε. Μήδεια μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε, μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ. Αἰγεύς ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω. Μήδεια ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις; Αἰγεύς ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν. Μήδεια χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει. κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι, πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.