ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός. Μήδεια ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν. Αἰγεύς δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον. Μήδεια Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας. Αἰγεύς συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι. Μήδεια ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός. Αἰγεύς πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν. Μήδεια Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας. Αἰγεύς ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα. Μήδεια λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται. ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι, οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς, δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον. οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις. εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε· παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα. Αἰγεύς πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν, γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν, ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς· ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ. οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα, πειράσομαί σου προξενεῖν δίκαιος ὤν. τόσον γε μέντοι σοι προσημαίνω, γύναι· ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι, αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους, μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.