παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι. Μήδεια πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον; Αἰγεύς ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ. Μήδεια δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν; Αἰγεύς οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου. Μήδεια τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι; Αἰγεύς σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη. Μήδεια θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ; Αἰγεύς μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός. Μήδεια τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν. Αἰγεύς ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα— Μήδεια πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα; Αἰγεύς πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω. Μήδεια σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα; Αἰγεύς Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . .  Μήδεια παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος. Αἰγεύς τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω. Μήδεια σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε. Αἰγεύς κἀμοί γε πάντων φίλτατος δορυξένων. Μήδεια ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς. Αἰγεύς τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε; Μήδεια Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις. Αἰγεύς τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας. Μήδεια ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών. Αἰγεύς τί χρῆμα δράσας; φράζε μοι σαφέστερον. Μήδεια γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει. Αἰγεύς οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε; Μήδεια σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι. Αἰγεύς πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος; Μήδεια μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.