χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν. Χορός Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους· ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ, δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν. Μήδεια ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν. ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει· γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν, τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός. ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος· χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων. Ἰάσων καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ, εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον. Μήδεια οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι. Ἰάσων εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω, ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι. Μήδεια μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα. Ἰάσων οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ; τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ, μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν. Μήδεια ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή, ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.