τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας, ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς, ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος. ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους, τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς; οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος, καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος, οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων· ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι· ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος, παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ; ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς; οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος. ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε, ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος, τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·