μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶν τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν. οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας ὤπασε θέσπιν ἀοιδὰν Φοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον ἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχει πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν. Χορός σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας μαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντου πέτρας· ἐπὶ δὲ ξένᾳ ναίεις χθονί, τᾶς ἀνάνδρου κοίτας ὀλέσασα λέκτρον, τάλαινα, φυγὰς δὲ χώρας ἄτιμος ἐλαύνῃ. Χορός βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα. σοὶ δ’ οὔτε πατρὸς δόμοι, δύστανε, μεθορμίσασθαι μόχθων πάρα, τῶν τε λέκτρων ἄλλα βασίλεια κρείσσων δόμοισιν ἐπέστα. Ἰάσων οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν. σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν κούφως φερούσῃ κρεισσόνων βουλεύματα, λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός. κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ· ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα, πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.