φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων. ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν; ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν ἐξευρήσεις; ὡς εἰς ἄπορόν σε κλύδωνα θεός, Μήδεια, κακῶν ἐπόρευσε. Μήδεια κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ; ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω. ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι. δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε, εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην; οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν. ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο, ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν. πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς, οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι· πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί, ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος, σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος. ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη, θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων. κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν. εἶἑν· καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;