ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω. Κρέων πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ. Μήδεια φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. Κρέων ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι. Μήδεια Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν. Κρέων ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων. Μήδεια πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα. Κρέων τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ. Μήδεια μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . . . Κρέων ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι. Μήδεια φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν. Κρέων τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός; Μήδεια μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα, παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις. οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ πέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν. τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα, κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους. Κρέων ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν, αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα· καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι, ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι, εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός, θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε. νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν· οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει. Χορός δύστανε γύναι,