σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι· τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ. ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης. σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος, τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου, τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή. σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς; οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον— ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν. σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε. καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν· νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι σιγησόμεσθα, κρεισσόνων νικώμενοι. Κρέων λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν, τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι· γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε· ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί. Μήδεια μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης. Κρέων λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ. Μήδεια ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς; Κρέων φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.