ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς, στείχοντα, καινῶν ἄγγελον βουλευμάτων. Κρέων σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην, Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα· καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν, πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω. Μήδεια αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι. ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως· τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον; Κρέων δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους— μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν. συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος· σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις, λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη. κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι, τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι. κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι, ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν. Μήδεια φεῦ φεῦ. οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον, ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά. χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς· χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.