δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν, ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ. κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν, ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών. ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών, ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης· ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς· ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν. λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί· κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ. ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος· σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι βίου τ’ ὄνησις καὶ φίλων συνουσία, ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη, οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς. τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι, ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν, τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν· ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ, οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα. Χορός δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν, Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.