τὰν Ζηνὸς ὁρκίαν Θέμιν, ἅ νιν ἔβασεν Ἑλλάδ’ ἐς ἀντίπορον δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν πόντου κλῇδ’ ἀπέραντον. Μήδεια Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων, μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν. δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν, ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . . χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . . . οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο. ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι. ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς, κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις. πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν· ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ πόσιν πρίασθαι, δεσπότην τε σώματος λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν. κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν. ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην