φίλοισιν ἀπέστω. —ἀλλὰ βᾶσά νιν δεῦρο πόρευσον οἴκων ἔξω· φίλα καὶ τάδ’ αὔδα. — σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω· πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται. Τροφός δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω δέσποιναν ἐμήν· μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω. καίτοι τοκάδος δέργμα λεαίνης ἀποταυροῦται δμωσίν, ὅταν τις μῦθον προφέρων πέλας ὁρμηθῇ. σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις, οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις ηὕροντο βίου τερπνὰς ἀκοάς· στυγίους δὲ βροτῶν οὐδεὶς λύπας ηὕρετο μούσῃ καὶ πολυχόρδοις ᾠδαῖς παύειν, ἐξ ὧν θάνατοι δειναί τε τύχαι σφάλλουσι δόμους. καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι δαῖτες, τί μάτην τείνουσι βοήν; τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ δαιτὸς πλήρωμα βροτοῖσιν. Χορός ἰαχὰν ἄιον πολύστονον γόων, λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷ τὸν ἐν λέχει προδόταν κακόνυμφον· θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα