ἀχὰν οἵαν ἁ δύστανος μέλπει νύμφα; —τίς σοί ποτε τᾶς ἀπλάτου κοίτας ἔρος, ὦ ματαία; σπεύσει θανάτου τελευτά· μηδὲν τόδε λίσσου. —εἰ δὲ σὸς πόσις καινὰ λέχη σεβίζει, κείνῳ τόδε· μὴ χαράσσου· —Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν τάκου δυρομένα σὸν εὐνάταν. Μήδεια ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις ἐνδησαμένα τὸν κατάρατον πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’ αὐτοῖς μελάθροις διακναιομένους, οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν. ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν. Τροφός κλύεθ’ οἷα λέγει κἀπιβοᾶται Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων θνητοῖς ταμίας νενόμισται; οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ δέσποινα χόλον καταπαύσει. Χορός —πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν ἔλθοι μύθων τ’ αὐδαθέντων δέξαιτ’ ὀμφάν; —εἴ πως βαρύθυμον ὀργὰν καὶ λῆμα φρενῶν μεθείη, μήτοι τό γ’ ἐμὸν πρόθυμον