πολλῶν μόχθων ἀπέχονται· οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις γλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃ κατατρυχομένους τὸν ἅπαντα χρόνον, πρῶτον μὲν ὅπως θρέψουσι καλῶς βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις· ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις εἴτ’ ἐπὶ χρηστοῖς μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον. ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη πᾶσιν κατερῶ θνητοῖσι κακόν· καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην θάνατος προφέρων σώματα τέκνων. πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις τήνδ’ ἔτι λύπην ἀνιαροτάτην παίδων ἕνεκεν θνητοῖσι θεοὺς ἐπιβάλλειν; Μήδεια φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται. καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν. Ἄγγελος ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη, Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ. Μήδεια τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς; Ἄγγελος ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη