ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν, καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι, παῖδας προσειπεῖν βούλομαι.—δότ’, ὦ τέκνα, δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων, εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή, ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων. χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν οἵα τε πρὸς ὑμᾶς , ἀλλὰ νικῶμαι κακοῖς. καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς. Χορός πολλάκις ἤδη διὰ λεπτοτέρων μύθων ἔμολον καὶ πρὸς ἁμίλλας ἦλθον μείζους ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν· ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν, ἣ προσομιλεῖ σοφίας ἕνεκεν· πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως κοὐκ ἀπόμουσον τὸ γυναικῶν. καί φημι βροτῶν οἵτινές εἰσιν πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν παῖδας, προφέρειν εἰς εὐτυχίαν τῶν γειναμένων. οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν παῖδες τελέθουσ’ οὐχὶ τυχόντες