αἰαῖ μάλ’ αὖθις. Παιδαγωγός. μῶν τιν’ ἀγγέλλων τύχην οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου; Μήδεια ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.· Παιδαγωγός τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς; Μήδεια πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην. Παιδαγωγός θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι. Μήδεια ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ. Παιδαγωγός οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων· κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς. Μήδεια δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν. ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ, οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι· ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς, πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας, πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν. ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας. ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην, ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας. ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.