τίζεται ἀμφὶ πύλας. εἰ γὰρ μετακύμιος ἄτας, ὦ Παιάν, φανείης. Χορός —οὔ τἂν φθιμένης γ’ ἐσιώπων. —νέκυς ἤδη. —οὐ δὴ φροῦδός γ’ ἐξ οἴκων. —πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει; —πῶς ἂν ἔρημον τάφον Ἄδμητος κεδνῆς ἂν ἔπραξε γυναικός; Χορός —πυλῶν πάροιθε δ’ οὐχ ὁρῶ πηγαῖον ὡς νομίζεται χέρνιβ’ ἐπὶ φθιτῶν πύλαις. —χαίτα τ’ οὔτις ἐπὶ προθύροις το- μαῖος, ἃ δὴ νεκύων πέν- θει πίτνει· οὐ νεολαία δουπεῖ χεὶρ γυναικῶν. Χορός —καὶ μὴν τόδε κύριον ἦμαρ . . . —τί τόδ’ αὐδᾷς; —ᾧ χρή σφε μολεῖν κατὰ γαίας. —ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν. —χρὴ τῶν ἀγαθῶν διακναιομένων πενθεῖν ὅστις χρηστὸς ἀπ’ ἀρχῆς νενόμισται. Χορός —ἀλλ’ οὐδὲ ναυκληρίαν ἔσθ’ ὅποι τις αἴας στείλας, ἢ Λυκίαν εἴτ’ ἐπὶ τὰς ἀνύδρους Ἀμμωνιάδας ἕδρας , δυστάνου παραλύσαι