οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν; Θάνατος οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους. Ἀπόλλων ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους. Θάνατος οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ. Ἀπόλλων ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν· τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ, Εὐρυσθέως πέμψαντος ἵππειον μέτα ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων, ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοις βίᾳ γυναῖκα τήνδε σ’ ἐξαιρήσεται. κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάρις δράσεις θ’ ὁμοίως ταῦτʼ, ἀπεχθήσῃ τ’ ἐμοί. Θάνατος πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις· ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους. στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει· ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν ὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα. Χορός —τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων; —τί σεσίγηται δόμος Ἀδμήτου; —ἀλλ’ οὐδὲ φίλων πέλας οὐδείς, ὅστις ἂν εἴποι πότερον φθιμένην βασίλεαν πενθεῖν χρή μʼ , ἢ ζῶσ’ ἔτι φῶς τόδε λεύσσει Πελίου παῖς Ἄλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστη δόξασα γυνὴ πόσιν εἰς αὑτῆς γεγενῆσθαι. Χορός —κλύει τις ἢ στεναγμὸν ἢ χειρῶν κτύπον κατὰ στέγας ἢ γόον ὡς πεπραγμένων; —οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα-