δέμας, οὐδὲ πατρὸς γεραιοῦ, ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι, σχετλίω, πολιὰν ἔχοντε χαίταν. σὺ δ’ ἐν ἥβᾳ νέᾳ προθανοῦσα φωτὸς οἴχῃ. τοιαύτας εἴη μοι κῦρσαι συνδυάδος φιλίας ἀλόχου · τοῦτο γὰρ ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυπος δι’ αἰῶνος ἂν ξυνείη. Ἡρακλῆς ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός, Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω; Χορός ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις. ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε. Ἡρακλῆς Τιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον. Χορός καὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ; Ἡρακλῆς Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα. Χορός πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου; Ἡρακλῆς ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα. Χορός οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης. Ἡρακλῆς ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί. Χορός κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς. Ἡρακλῆς οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ. Χορός τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις; Ἡρακλῆς πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ. Χορός οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις. Ἡρακλῆς εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο. Χορός ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις. Ἡρακλῆς θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.