τὸν ἀνάλιον οἶκον οἰκετεύοις. ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳ πηδαλίῳ τε γέρων νεκροπομπὸς ἵζει, πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν λίμναν Ἀχεροντίαν πορεύ- σας ἐλάτᾳ δικώπῳ. Χορός πολλά σε μουσοπόλοι μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις, Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας μηνός, ἀειρομένας παννύχου σελάνας, λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις. τοίαν ἔλιπες θανοῦσα μολ- πὰν μελέων ἀοιδοῖς. Χορός εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη, δυναίμαν δέ σε πέμψαι φάος ἐξ Ἀίδα τεράμνων καὶ Κωκυτοῖο ῥεέθρων ποταμίᾳ νερτέρᾳ τε κώπᾳ. σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν, σὺ τὸν αὑτᾶς ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴη στυγηθεὶς τέκνοις τε τοῖς σοῖς. Χορός ματέρος οὐ θελούσας πρὸ παιδὸς χθονὶ κρύψαι