μονόστολός τε ματρός· ὦ σχέτλια δὴ παθὼν ἐγὼ ἐργὰ . ., σύ τέ μοι σύγκασι κούρα συνέτλας· ὦ πάτερ, ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως ἔβας τέλος σὺν τᾷδʼ· ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ, μᾶτερ, ὄλωλεν οἶκος. Χορός Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν· οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται. Ἄδμητος ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδε προσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι. ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ, πάρεστε καὶ μένοντες ἀντηχήσατε παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ. πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ· τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας πώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην. αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας· οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοι τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη. Χορός ὦ Πελίου θύγατερ, χαίρουσά μοι εἰν Ἀίδαο δόμοις