ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω. Ἄδμητος οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος; Ἄλκηστις χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών. Ἄδμητος ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω. Ἄλκηστις ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν. Ἄδμητος ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς. Ἄλκηστις καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται. Ἄδμητος ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι. Ἄλκηστις ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ. Ἄδμητος ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν. Ἄλκηστις οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα. Ἄδμητος βλέψον πρὸς αὐτοὺς βλέψον. Ἄλκηστις οὐδέν εἰμ’ ἔτι. Ἄδμητος τί δρᾷς; προλείπεις; Ἄλκηστις χαῖρʼ. Ἄδμητος ἀπωλόμην τάλας. Χορός βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή. Παῖς ἰώ μοι τύχας. μαῖα δὴ κάτω βέβακεν, οὐκέτ’ ἔστιν, ὦ πάτερ, ὑφ’ ἁλίῳ. προλιποῦσα δ’ ἀμὸν βίον ὠρφάνισσε τλάμων. ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας. ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω. ἐγώ σ’ ἐγώ, μᾶτερ, καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ- στόμασιν νεοσσός. Ἄδμητος τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα. Παῖς νέος ἐγώ, πάτερ, λείπομαι φίλας