παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον. δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν, ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι. χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι, γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν, ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι. Χορός θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι· δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει. Ἄδμητος ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται. οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή. ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα. οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν, ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι, στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι. σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν; παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους. οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου. σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν