Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρων ἀφοριζόμενος καὶ καταπαύων; οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου διακωλῦσαι, Μοίρας δολίῳ σφήλαντι τέχνῃ; νῦν δ’ ἐπὶ τῇδ’ αὖ χέρα τοξήρη φρουρεῖς ὁπλίσας, ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’ αὐτὴ προθανεῖν Πελίου παῖς. Ἀπόλλων θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω. Θάνατος τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις; Ἀπόλλων σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί. Θάνατος καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν. Ἀπόλλων φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι. Θάνατος καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ; Ἀπόλλων ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην. Θάνατος πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός; Ἀπόλλων δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα. Θάνατος κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα. Ἀπόλλων λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε. Θάνατος κτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα. Ἀπόλλων οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν. Θάνατος ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν. Ἀπόλλων ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι; Θάνατος οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει. Ἀπόλλων οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις. Θάνατος νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας. Ἀπόλλων κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται. Θάνατος πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης. Ἀπόλλων πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν; Θάνατος ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.