ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ. καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν, καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου, καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν. μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα. κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον, κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν. εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν· αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε· ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον— δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς· τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων, καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις, ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ. μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ. ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοις τοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα. καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν, ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν. σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς; ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί; μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους. οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,