ὑπ’ ὀφρύσι κυαναυγέσι βλέπων πτερωτός— αἵδας . μέθες με· τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει- λαιότατα προβαίνω. Ἄδμητος οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε. Ἄλκηστις μέθετε μέθετέ μ’ ἤδη. κλίνατʼ, οὐ σθένω ποσίν· πλησίον Ἅιδας. σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει. τέκνα, τέκνʼ, οὐκέτι δὴ οὐκέτι μάτηρ σφῷν ἔστιν. χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον. Ἄδμητος οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον. μὴ πρός σε θεῶν τλῇς με προδοῦναι, μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς, ἀλλ’ ἄνα, τόλμα· σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην· ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή· σὴν γὰρ φιλίαν σεβόμεσθα. Ἄλκηστις Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει, λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι. ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν, θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν, ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον, καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι. οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην