ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον. ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται. ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν· οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις, ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι· σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος. Χορός — ἰὼ Ζεῦ, τίς ἂν πῶς πᾷ πόρος κακῶν γένοιτο καὶ λύσις τύχας ἃ πάρεστι κοιράνοις; —αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα, καὶ μέλανα στολμὸν πέπλων ἀμφιβαλώμεθ’ ἤδη; —δῆλα μέν, φίλοι, δῆλά γʼ, ἀλλ’ ὅμως θεοῖσιν εὐχώμεσθα· θεῶν γὰρ δύναμις μεγίστα. —ὦναξ Παιάν, ἔξευρε μηχανάν τιν’ Ἀδμήτῳ κακῶν. —πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ τοῦδ’ ἐφεῦρες , καὶ νῦν λυτήριος ἐκ θανάτου γενοῦ, φόνιον δ’ ἀπόπαυσον Ἅιδαν. Χορός — παπαῖ ὦ παῖ Φέρητος, οἷ’ ἔπρα- ξας δάμαρτος σᾶς στερείς. —αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε, καὶ πλέον ἢ βρόχῳ δέρην οὐρανίῳ πελάσσαι; τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν γυναῖκα κατθανοῦσαν ἐν ἄματι τῷδ’ ἐπόψῃ.