ψυχάν· μόρος γὰρ ἀπότομος πλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραις οὐκ ἔχω ἐπὶ τίνα μηλοθύταν πορευθῶ. Χορός —μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦν ὄμμασιν δεδορκὼς Φοίβου παῖς, προλιποῦσ’ ἦλθεν ἕδρας σκοτίους Ἅιδα τε πύλας· δμαθέντας γὰρ ἀνίστη, πρὶν αὐτὸν εἷλε διόβολον πλῆκτρον πυρὸς κεραυνίου. νῦν δὲ τίν’ ἔτι βίου ἐλπίδα προσδέχωμαι; Χορός —πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι, πάντων δὲ θεῶν ἐπὶ βωμοῖς αἱμόρραντοι θυσίαι πλήρεις· οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν. Χορός ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι; πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει, συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν. Θεράπαινα καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι. Χορός καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι; Θεράπαινα ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ. Χορός ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις. Θεράπαινα οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ. Χορός ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον; Θεράπαινα πεπρωμένη γὰρ ἡμέρα βιάζεται.