τὰ τοῦ δράματος πρόσωπα Ἀπόλλων Θάνατος Χορός Θεράπαινα Ἀλκήστιδος Ἄλκηστις Ἄδμητος Παῖς Ἀλκήστιδος Ἡρακλῆς Φέρης Θεράπων Ἀπόλλων Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼ θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν. Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα· οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ θνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν. ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ, καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας. ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην, Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ Ἄδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν, ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν. πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους, πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα, οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος· ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται ψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳ θανεῖν πέπρωται καὶ μεταστῆναι βίου. ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ, λείπω μελάθρων τῶνδε φιλτάτην στέγην. ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας, ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο, φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών. Θάνατος ἆ ἆ· τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς,