οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα βακχίῳ. καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον. ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν λῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν, ἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶ σέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ’ ἄκρᾳ αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ, παῖδες δ’ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ.