ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι, κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι, τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.