ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι, κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι, τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι. ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον. Ὀδυσσεύς ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν δίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλει βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις; --τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν· Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ. χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον. Σιληνός χαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν.