ποῖ ξανθὰν χαίταν σείεις; ἐγὼ δ’ ὁ σὸς πρόπολος θητεύω Κύκλωπι τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ σᾶς χωρὶς φιλίας. Σιληνός σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε. Χορός χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;