χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ σταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας. Χορός τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ;  Κύκλωψ ἀπωλόμην. Χορός αἰσχρός γε φαίνῃ. Κύκλωψ κἀπὶ τοῖσδέ γ’ ἄθλιος. Χορός μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας; Κύκλωψ Οὖτίς μ’ ἀπώλεσ’.  Χορός οὐκ ἄρ’ οὐδεὶς ἠδίκει. Κύκλωψ Οὖτίς με τυφλοῖ βλέφαρον.  Χορός οὐκ ἄρ’ εἶ τυφλός. Κύκλωψ ὡς δὴ σύ—  Χορός καὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν; Κύκλωψ σκώπτεις. ὁ δ’ Οὖτις ποῦ ’στιν; Χορός οὐδαμοῦ, Κύκλωψ. Κύκλωψ ὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν, ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν. Χορός δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς. Κύκλωψ πρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων; Χορός οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα λαβόντες ἑστήκασι.  Κύκλωψ ποτέρας τῆς χερός; Χορός ἐν δεξιᾷ σου.  Κύκλωψ ποῦ; Χορός πρὸς αὐτῇ τῇ πέτρᾳ. ἔχεις; Κύκλωψ κακόν γε πρὸς κακῷ· τὸ κρανίον παίσας κατέαγα.  Χορός καί σε διαφεύγουσί γε. Κύκλωψ οὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας;